On the Trinity · §23

Unit 6 rem mid

Click or tap any sentence to jump there. The side buttons skip a paragraph.

is sent back

Greek

«καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω», Ἰωάννου δὲ φήσαντος· «ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα» ἤδη γὰρ ᾔδει σαφῶς, ὅτι οὐχ ἑτεροουσίῳ τῷ μονογενεῖ καὶ τῷ ἁγίῳ πνεύματι ἡ δόξα ἀναπέμπεται. 19.26 πάλιν τοῦ Μάρκου λέγοντος ἀπὸ τοῦ Χριστοῦ· «ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοι χαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων». 19.27 Ὁ Ματθαῖος τὸ αὐτὸ κεφάλαιον ἐκτιθέμενος οὐκ εἶπεν· «ἐν τῇ τοῦ πατρός», ἀλλ' «ἐν τῇ τοῦ υἱοῦ», οὕτω γράψας· «ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ 23 καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, ὅτε καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ». καὶ παρ' Ἰωάννῃ δέ φησιν· «δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι». 20.ν Περὶ τοῦ διὰ τὸ ὁμοούσιον καὶ ἰσοδύναμον κατοικεῖν ἐν πιστοῖς τόν τε πατέρα τόν τε υἱὸν τό τε ἅγιον πνεῦμα· καὶ πρὸς τὴν τῶν ἑτεροδόξων ἀντίθεσιν. 20.1 Εὑρήσομεν ἔτι τὸ ὁμοούσιον τῆς τριάδος καὶ ὡς ἀπαραλλάκτως πάντα ἐστὶν αὐτῇ δυνατά, εἰ ξυνίδωμεν, ὅτι αὐτὴν μόνη ὑπὲρ τὸ ἄυλον καὶ ἀόρατον οὖσα κατ' οὐσίαν μετέχεσθαι δύναται καὶ πληροῦν ὃν ἔκτισε ναόν. 20.2 καὶ αὐτῇ οὐ τὸ πρᾶγμα τοῦτο μόνον, ἀλλὰ καὶ ἡ λέξις ἁρμόζει. 20.3 ἕπεται γὰρ τῷ μεθεκτῷ τὸ ἄτρεπτον καὶ τούτῳ τὸ ἄκτιστον, ὅ ἐστιν καὶ ἄναρχον. 20.4 οὐδὲν δὲ κτιστόν, ὅσον ἀπὸ γραφῶν συνηθείας, μετουσίας τρόπῳ μετέχεσθαι δύναται ἢ πληροῦν οὐσιωδῶς τὸν ἄνθρωπον, ἀλλὰ μόνῳ τῶν τῆς ἕξεως τῆς ἀγαθῆς ἢ τῆς φαύλης. 20.5 Μεταφορικῶς γὰρ λέγομέν τινας ἀρετῆς καὶ ἐπιστήμης πεπληρῶσθαι καὶ τεθεωρημένως προφέρειν δύνασθαι τὰ ἀρετῆς καὶ ἐπιστήμης ἐπίχειρα, ὡς οἱ ἀκραιφνῶς τῆς χάριτος τοῦ ἁγίου πνεύματος μεταλαχόντες. 20.6 Μαρτυρεῖται οὖν κατοικεῖν ἐν ἡμῖν ὅ τε πατὴρ ὅ τε υἱὸς καὶ τὸ πνεῦμα· ὡς ἡνίκα Παῦλος Κορινθίοις τὸ δεύτερον γράφει ἐκ τοῦ Ἱερεμίου· «ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος, καθὼς εἶπεν ὁ θεός· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μου λαός». καὶ πάλιν· «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ

About this text

Didymus the Blind defends the full divinity of Father, Son, and Spirit against those who rank them.

Catalogue & scope

Khazarzar scan

Witnesses

  • Copy-text PG (Khazarzar) (Greek)

This is an AI-assisted study translation. Source fidelity and completeness have not been independently certified. Open Greek on each section for the source text. This is not a complete critical edition.