Philoc. 27: Hardening of Pharaoh’s heart
Often the Lord hardened Pharaoh’s heart and I will harden Pharaoh’s heart unsettle almost every reader — unbelievers who call the saying unworthy of God, and believers who quarrel over it. Origen will not leave God as author of disobedience, nor invent a second god who hardens whom he wills by lot; the hardening must be read so that the Creator’s will is not made the cause of Pharaoh’s refusal.
Greek
1. Πολλάκις ἐν τῇ ξόδῳ κείμενον τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραώ· καί· Ἐγώ σκληρυνῶ τὴν καρδίαν Φαραώ· σχεδὸν πάντας τοὺς ἐντυγχάνοντας ταράσσει, τούς τε ἀπιστοῦντας αὐτῇ καὶ τοὺς πιστεύειν λέγοντας. τοῖς μὲν γὰρ ἀπιστοῦσι μετʼ ἄλλων πολλῶν καὶ τοῦτο σἴτιον ἀπιστίας εἶναι δοκεῖ, ὅτι λέγεται περὶ θεοῦ τὰ ἀνάξια θεοῦ· ἀνάξιον δὲ θεοῦ τὸ ἐνεργεῖν σκλήρυνσιν περὶ καρδίαν οὑτινοσοῦν, καὶ ἐνεργεῖν σκλήρυνσιν ἐπὶ τῷ ἀπειθῆσαι τῷ βουλήματι τοῦ σκληρύνοντος τὸν σκληρυνόμενον· καὶ πῶς, φασὶν, οὐκ ἄτοπον τὸν θεοῦ ἐνεργεῖν τινὰ ἐπὶ τῷ ἀπειθεῖν αὐτοῦ τῷ βουλήματι; δῆλον γὰρ ὅτι μὴ βουλομένου πειθόμενον ἔχειν οἶς προστάσσει τόν Φαραώ. τοῖς δὲ πιστεύειν νομιζομένοις διαφωνία οὐχ ἡ τυχοῦσα γεγένηται διὰ τό· Ἐσκλήρυνε κύριος τὴν καρδίαν Φαραω. οἱ μὲν γὰρ πειθόμενοι μὰ ἄλλον εἶναι θεὸν παρά τὸν δημιουργόν φρονοῦσιν ὡς ἄρα κατὰ ἀποκλήρωσιν ὁ θεὸς ὅν θέλει ἐλεεῖ, ὅν δὲ θέλει σκληρύνει, αἰτίαν οὐκ ἑχον…
About this text
Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).
English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.
Witnesses
- Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)
This is an AI-assisted study translation. Source fidelity and completeness have not been independently certified. Open Greek on each section for the source text. This is not a complete critical edition.