Fragments on the New Testament · §luke-catena-1

Luke catena: infancy and forerunner

Click or tap any sentence to jump there. The side buttons skip a paragraph.

Catena fragments on Luke gather notes on the infancy and John’s role so that the forerunner prepares a people for the Lord and Mary’s word is treasured in her heart.

Greek

Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ σωτὴρ καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ πενθεράν· >καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν . Μήποτε οὖν ἐν μὲν τῷ· ἀφῆκεν αὐτὴν ὁ πυρετὸς< εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου καὶ ὅλη τῇ πράσει οὐδὲν ὡς περὶ ζῴου ἐμφαίνεται τοῦ τὸν πυρετὸν ἐνεργοῦντος, ἐν δὲ τῷ· >ἐπιστὰς ἐπάνω ἐπετίμησε τῷ πυρετῷ καὶ ἀφῆκεν> εἰρημένῳ ὑπὸ Λουκᾶ οὐκ οἶδα, εἰ μὴ ἀναγκασθησόμεθα τὸ ἐπιτιμώμενον καὶ καὶ ἀφιὲν ζῷον μὴ χωροῦν τὴν τοῦ ἐπιτιμῶντος ἐνέργειαν· ἄψυχον γὰρ καὶ μὴ αἰσθανόμενον ἐπιτιμίας ἐπιτιμᾶσθαι οὐκ εὔλογον λέγειν. Οὐδὲν δὲ θαυμαστὸν εἶναί τινας κακωτικὰς τοῦ ἀνθρωπίνου σώματος δυνάμεις, καὶ οὐ πάντως κατηγορήσωμεν τῆς ψυχῆς τῶν πασχόντων ὡς ἐκ τούτων βλαπτομένης· οὐδὲ γάρ, ἐπεὶ ἔπαισε τὸν Ἰὼβ ἕλκει πονηρῷ λαβὼν ὁ διάβολος τὴν ἐξουσίαν τὸ τὸ διὰ τοῦ σώματος πειράσαι αὐτόν, περὶ τοῦτο κατηγορητέος ὁ Ἰὼβ ἀθλήσας καὶ γενναίως ὑπομείνας τὴν πληγήν. Μόνον εἴη λέγεσθαι, εἴ ποτε κατὰ σωματικοὺς πειραζόμεθα πόνους, τό· ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ , ὡς καὶ ὁ κύριος ἐπιτιμῶν ἰᾶται τοὺς κακῶς ἔχοντας. >᾿ ἀντὶ τοῦ >πέταξεν<.

About this text

Origen Gospel catena and scholia fragments (Greek).

English follows First1KGreek TEI. Modern copyright reconstructions were not used as wording. NT fragments SERIES CLOSEOUT.

Witnesses

  • Copy-text First1KGreek TEI tlg2042.tlg006 — John catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg017 — Luke catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg077 — Matthew scholia (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg078 — Luke scholia (Greek)

This is an AI-assisted study translation. Source fidelity and completeness have not been independently certified. Open Greek on each section for the source text. This is not a complete critical edition.