Letters (Africanus; Gregory) · §africanus-1 · Origen of Alexandria

To Africanus: greeting; Susanna in Daniel

Click or tap any sentence to jump there. The side buttons skip a paragraph.

Origen to Africanus, beloved brother in God the Father through Jesus Christ his holy Child: greetings. Your letter raised the question of the story of Susanna carried with Daniel among us — whether it is authentic Scripture or a later addition — after I had used it in discourse with our companion Bassus.

Greek

Ὠριγένης Ἀφρικανῷ ἀγαπητῷ ἀδελφῷ ἐν Θεῷ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἁγίου παιδὸς αὐτοῦ (16) εὖ πράττειν. Ἡ μὲν σὴ ἐπιστολὴ, διʼ ἧς ἐμάνθανον ἐνέφηνας περὶ τῆς ἐν τῷ Δανιὴλ φερομένης ἐν ταῖς Ἐκκλησίαις Σωσάννης, βραχεῖα μέν τις εἶναι δοκεῖ· ἐν ὀλίγοις δὲ πολλὰ προβλήματα ἕχουσα, ὧν ἕκαστον ἐδεῖτο οὐ τῆς τυχούσης ἐξεργασίας, ἀλλὰ τοσαύτης, ὥστε ὑπερβαίνειν τὸν ἐπιστολικὸν χαρακτῆρα, καὶ συγγράμματος ἔχειν (17) περιγραφήν. Ἐγὼ δὲ τὸ ἐμαυτοῦ τῆς διανοίας μέτριον, ὅση δύναμις, κατανοῶν, ἵνα μὴ ἀναισθητοίην ἐμαυτοῦ, θεωρῶ, ὅτι ἀπολείπομαι τῆς ἀπαιτουμένης ἀκριβείας εἰς τὴν ἀντιγραφὴν τῆς ἐπιστολῆς σου· ὡς καὶ οὐδʼ ὀλίγαι τῆς ἐν Νικομηδείᾳ διατριβῆς ἡμέραι μοι διήρκουν πρὸς τὸ κὰν κατὰ τὴν παροῦσαν λέξιν περὶ ὧν ἐξήτησας καὶ ἁπῄτησάς με, ἐπιστεῖλαί σοι. Διόπερ συγγνώμην ἀπονέμων τῇ τε μετριότητί μου καὶ τῇ ἀπὸ τοῦ καιροῦ στενοχωρίᾳ, ἕντυχε τῇ ἐπιστολῇ μετὰ πάσης εὐνοίας (.18), συνεισφέρων εἴ τι ὑφʼ ἡμῶν παραλέλειπται.