Selections on Job · §4

Elihu: hear me; reason sets man above beasts

Click or tap any sentence to jump there. The side buttons skip a paragraph.

Elihu offers knowledge of suffering and of unjust people who prosper. If I watch only this life, Origen says with the psalm-sense, my feet nearly slip; if I remember what is coming, they stand. Hear me follows that settled footing.

Variant lines stress patient listening until understanding is reached. Guardians — angels who encamp — mark a person off from beasts and enemies. God teaches above cattle and above birds of the air because humankind alone is honored with reason. By creation we are set apart from animals; but if you live as a sinner bent downward, that separation is lost.

Greek

ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. Ἐπαγγέλλεται μέντοι «ἐπιστήμην» ἔχειν, ἢ, κατὰ τοὺς λοιποὺς, «γνῶσιν,» πῶς ἄν θρωποι πάσχουσιν ἐν τῷ βίῳ· πῶς τινες ἄδικοι εὐτυχοῦσιν. Εἶδον ἀδικοῦντας καὶ παρανομοῦν τας, εὐθηνοῦντας, καὶ ἐμοῦ παραμικρὸν ἐσα λεύθησαν οἱ πόδες, ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνῳ ἐνίδω· ἐὰν δὲ τὸ μέλλον ἐννοήσω, ἑστῶτές εἰσιν οἱ πόδες μου. ∆ιὸ εἶπα· Ἀκούσατέ μου. Ἕτερα ἀντίγραφα μετὰ τὸ «Ἐρῶ γὰρ ὑμῶν ἀκουόντων,» ἔχει καὶ τού τους στίχους· «Ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην ἄχρι συνέσεως ὑμῶν.» Οἱ δὲ ἕτεροι ἑρ μηνευταὶ οὕτως ἐκδεδώκασιν· «Ἰδοὺ, ἐξεδεξάμην τοὺς λόγους ὑμῶν· ἠκροασάμην ἐφ' ὅσον ἐφρονεῖτε, ἐφ' ὅσον ἐξητάζετε λόγους, καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν, ἐνενόουν.» Κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων, Ὥσπερ, φησὶν, ἐγὼ μεθ' ἡσυχίας ἤκουσα πάντων ὧν εἴπατε, καὶ ἀνέμεινα μέχρι συμπεράσματος τῶν ὑμετέρων λόγων· καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε· καὶ ὑμεῖς τῶν ἐμῶν ἀκούσατε λόγων. Κατὰ δὲ τὰ παρ' ἡμῖν ἀντίγραφα ὁ νοῦς οὗτος· Ἀκούσατέ μου, φησίν· ἐρῶ γὰρ οὐδὲν ὑπέρογκον, ἀλλ' ἃ δύνασθε δοκιμάσαι. «Καὶ μέχρις ὑμῶν συνήσω,» ἀντὶ τοῦ, Οὐ κενοφω νίαις χρήσομαι, ἀλλ' ὡς δύνασθε συνιέναι λαλήσω. Ἢ ἐκεῖνό φησιν, ὅτι, Οὐ πρότερον παύσομαι λαλῶν, πρὶν ἢ καὶ ὑμεῖς τοὺς ἐμοὺς δοκιμάσητε λόγους, εἰ ἄρα κἀγὼ συνιέναι δύναμαι «μέχρις ὑμῶν,» τουτ έστι, μέχρις οὗ καὶ ὑμεῖς ἐννοήσητε, ἢ καὶ ὑπερ βάλλω τὴν ὑμετέραν σύνεσιν. Πλήρης γάρ εἰμι ῥημάτων. Καλῶς εἶπε τὸ, «πλή ρης εἰμί·» ὁ γὰρ μὴ πλήρης ὢν ῥημάτων, καὶ ἐρ χόμενος ἐπὶ τὸ λαλεῖν, κενὰ λαλήσει ὡς κενὸς, κατὰ τὸ εἰρημένον· «Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει.» Ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Ὥσπερ τις ἔγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμέ νου ἐν αὐτῇ ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεν 12.1044 νήσῃ τὸ συλληφθέν· κατὰ ταῦτα δὲ καὶ ἐπὶ τῆς φιλομα θοῦς ψυχῆς γίνεται· συλλαμβάνει γὰρ τὸν λόγον, ὃν ἀπαγγελλόμενον μορφοῖ, καὶ τυποῖ αὐτὸν τῇ τάξει· ὅταν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι, τετελειωμέ νον αὐτὸν παραδῷ, τότε τίκτει· καὶ μέχρις ἂν τέκῃ, βαρύνεται ἐν ὠδῖνι. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λό γων, λαλῶν ἀναπαύεται, τὴν περισσότητα οἷον κενώ σας καὶ ἀποβαλών. ΚΕΦ. ΛΕʹ. Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Ἀναβλέπει εἰς τὸν οὐρανὸν οὐχ ὁ τοὺς σωματικοὺς ὀφθαλμοὺς ἐπάρας, καὶ ἰδὼν τὸν οὐρανόν· τοῦτο γὰρ τὸ ἀναβλέπειν ἔχουσι καὶ οἱ κύνες καὶ οἱ ὄνοι. Οὐδεὶς φιλόκοσμος ἀναβλέ πει εἰς τὸν οὐρανὸν, ἀλλ' ὁ μὴ ἀγαπῶν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Πάλιν δὲ οὐχ οὕτω τὰ νέφη ὑψηλὰ ἀφ' ἡμῶν ἐστιν, ὡς ἐὰν ἴδω τὸν Μω σέως βίον, καὶ τὴν ἐκείνου πρὸς Θεὸν ἀρέσκειαν, καὶ τὴν ἐμαυτοῦ σμικρότητα καὶ ταπεινότητα, οὕτω βλέ πω τὸ νέφος ὑψηλὸν ἀπ' ἐμοῦ· ἐὰν ἔλθω ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, ἐπὶ τοὺς βίους τῶν προφητῶν, ἐὰν ἐξ ετάζω αὐτῶν τὰς πράξεις, τότε ποιῶ τὸ γεγραμμέ νον, καὶ καταμανθάνω πόσον ἐστὶ τὰ νέφη ὑψηλὰ ἀπ' ἐμοῦ. Εἰ ἥμαρτες, τί πράξεις; Ἆρα οὖν, φησὶν, οἶδας, εἰ ἥμαρτες, τί πράξεις ἐπὶ τὸ λῦσαι τὸ ἡμαρτημένον; Εἰ ἥμαρτες λόγοις, λόγοις κρείττοσιν ἴασαι· εἰ ἥμαρ τες ἐν ἔργοις, ἔργοις διαφέρουσιν αὐτὸς ἑαυτὸν ἰώ μενος· εἰ δὲ πολλαὶ καὶ ἀνίατοι αἱ ἀνομίαι, διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰά σηται, καὶ γένηται τὸ, «Μακάριοι ὧν ἀφέθησαν αἱ ἁμαρτίαι.» Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Ὅρα ὅτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους διεξέρχεται ὁ Ἐλιοῦς, λέγων περὶ αὐτοῦ, «Ὁ κατατάσσων φυλακὰς νυκτε ρινάς.» Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυ κτερινὰς ὁ Θεός; Ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκό τος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· νῦν γὰρ δι' ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία φυλάκων τεταγμένων εἰς νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρου ρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων. Τίνες οἱ φύλακες; Οἱ παρεμβάλ λοντες ἄγγελοι. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. Κατὰ δὲ τοὺς λοιποὺς, «διδάσκων ἡμᾶς ὑπὲρ τὰ κτήνη τῆς γῆς, καὶ σοφίζων ὑπὲρ τὰ κατὰ τὸν ἀέρα διιπτάμενα πετεινά·» μόνος γὰρ ὁ ἄνθρωπος λόγῳ τετίμηται. Κατὰ μὲν οὖν τὸν λόγον τῆς δημιουργίας διωρίσμεθα ἀπὸ πάντων τῶν ζώων· ἐὰν δὲ ᾖς ἁμαρτωλὸς, πόρ νος, κατωφερὴς, οὐ διωρίσθης ἀπὸ

About this text

Origen of Alexandria, Selecta in Job (Greek).

Catalogue & scope

Khazarzar scan

Witnesses

  • Copy-text PG 12 (Khazarzar) (Greek)

This is an AI-assisted study translation. Source fidelity and completeness have not been independently certified. Open Greek on each section for the source text. This is not a complete critical edition.