Fragments on Jeremiah · §4

Edom, Ammon, and Moab in the circumcision list

Click or tap any sentence to jump there. The side buttons skip a paragraph.

Abraham handed circumcision to his sons and somehow circumcised Edom as well — so the list is no longer obscure. And the sons of Ammon and Moab? Careful readers know them as Lot’s sons, Abraham’s nephew; each was born of Lot’s daughters. The fragment closes by tying Jeremiah’s roll of nations to that kinship map.

Greek

εἰς αὐτὸν, παρεδίδου καὶ τοῖς παισὶ, καὶ περιέτεμέν που καὶ αὐτὸς τὸν Ἐδώμ· οὐκέτι οὖν ἀσαφές; Πῶς δὲ καὶ υἱοὶ Ἀμμὼν καὶ υἱοὶ Μωάβ; τούτους γινώσκουσί που οἱ φιλοπονώτεροι εἶναι τοὺς υἱοὺς Λὼτ, τοῦ ἀδελφιδοῦ Ἁβραάμ. Καὶ μετ' ὀλίγα. Ἐτέχθῃ οὖν ἐκ τοῦ Λὼτ, ὅ τε Ἀμμὼν καὶ ὁ Μωὰβ, ἐκάτερος ἐκ τῶν θυγατέρων αὐτοῦ, ὁπηνίκα ὑπονοήσασαι ἔ-ρημον εἶναι τὴν γῆν, οὕτω διασώσασθαι τὸ γένος τῶν ἀνθρώπων ἐβουλήθησαν αἱ θυγα-τέρες Λώτ· ἐτέχθη γὰρ τῇ μὲν πρεσβυτέρᾳ ὁ Μωὰβ, ἑρμηνευόμενος ἐκ πατρὸς, καὶ τῇ δευτέρᾳ Ἀμμὼν, ἑρμηνευόμενος ὁ υἱὸς τοῦ γένους. Ταῦτα πάντα εἰρημένα οὐκέτι δυσ-κόλως ἡμᾶς συγκατατίθεσθαι παραπείθει, πάντας τοὺς περιτετμημένους οὕτω καλεῖσ-θαι ὑπὸ τοῦ ἱεροῦ λόγου, μαρτυροῦντος αὐτοῦ Ἱερεμίου καὶ περὶ υἱῶν Μωάβ, καὶ περὶ τῶν υἱῶν Ἀμμὼν, ὅτι ἐν τοῖς περιτετμημένοις κατέλεξε καὶ τούτους. Καὶ μετ' ὀλίγα. Εἰ δὲ καὶ ὠφελείας τινος ἡμῖν προσγίνεσθαι δεῖ ἐκ τῶν εἰρημένων τούτων, οὕτως ἄν τις ὀρθῶς εἴποι, ὡς τὰ πολλὰ γένη τῶν ἀνθρώπων προσποίησιν μὲν ἔχει δικαιοσύνης, καί τινα μὲν ἴχνη φέρειν νόμου Θεοῦ, καὶ σχηματίζεσθαι πως, καὶ ἐπιπλάστως ἐπιμελεῖσθαι ἀρετῆς, μέχρι μέντοι σχήματος αὐτοῖς ἵσταται τὰ τῆς προαιρέσεως, μέχρι προσποιήσεως καὶ τοῦ καθυποκρίνεσθαι, οὐ μέντοι καὶ τέλεον ἐσ-πουδάσαμεν τὴν κακίαν ἐκκόπτειν ἐξ ἡμῶν καὶ τὰ ὀνείδη ἐπ' Αἴγυπτον καὶ ἐπὶ τὴν Ἰ-δουμαίαν. Cap. x, 2. Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν, μὴ μανθάνετε. Τί δὲ μανθάνετε; Νόμον μανθάνετε Θεοῦ, τὸν λέγοντα· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, θεοὶ, οἱ οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς καὶ ὑποκάτω τοῦ οὐρανοῦ.

About this text

Gregory Thaumaturgus, Greek fragments on Jeremiah — hypocrisy and circumcision of the heart.

Catalogue & scope

Khazarzar scan

Witnesses

  • Copy-text PG 10 (Khazarzar) (Greek)

This is an AI-assisted study translation. Source fidelity and completeness have not been independently certified. Open Greek on each section for the source text. This is not a complete critical edition.