On hypocrisy (Jer 9:8): peace on the lips, enmity in the heart
He speaks peaceably to his neighbor, but in himself he holds enmityThe scribes and Pharisees would not have inherited so many woes from the Savior except for hypocrisy: he kept naming them whitewashed tombs, fair outside and full of dead bones within. If we do good to the neighbor through unfeigned love, we hear, as you did it to one of the least of these my brothers, you did it to me; and if through deceitful hypocrisy we show evil to a brother, we sin against God as well. Hypocrisy is a dread enemy, brothers — hidden deceit in the heart set to trap the simple.
Greek
Τὸ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἐχθράν κτλ. Οὐκ ἂν οἱ γραμματεῖς καὶ οἱ φαρισαῖοι τοῦ λαοῦ τῶν Ἰουδαίων πολὺ τὸ οὐαὶ παρὰ τοῦ σωτῆρος ἐκληρονόμησαν, εἰ μὴ διὰ τὴν ὑπόκρισιν· ἐν γὰρ τοῖς ἐλέγχοις τῶν ἁμαρτιῶν αὐτῶν οὐκ ἐπαύσατο κατὰ πᾶσαν αἰτίαν προλέγων ὁ Κύριος· Οὐαὶ ὑμὶν, 592 γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, κεκονιαμένους τάφους ἀποκαλῶν αὐτοὺς, οἱ ἔξωθεν μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πά-σης ἀκαθαρσίας. Ἐὰν γάρ τι εἰς τὸν πλησίον ἀγαθὸν ἐργασώμεθα διὰ τῆς ἀνυποκρίτου ἀγάπης, ἀ-κούομεν παρὰ τοῦ σωτῆρος· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Οὕτω δὲ καὶ εἴ τι φαῦλον διὰ τῆς ἀπατηλῆς καὶ μιαρᾶς ὑποκρίσεως, ἢ καὶ διὰ ὁποιασοῦν ἑτέρας ἁ-μαρτίας, εἰς τὸν ἀδελφὸν ἐνδειξώμεθα, ὁ-μοίως ἁμαρτάνομεν καὶ εἰς τὸν Θεόν. ∆εῖνον οὖν ἡ ὑπόκρισις, ἀδελφοὶ, καὶ πολέμιον· καὶ κεκρυμμένος ἐν τῇ καρδίᾳ δόλος, εἰς ἀπά-την τῶν ἁπλῶς προσφερομένων, τοῖς ἀγά-πην κεκτημένοις, ἄλλα μὲν ἐκ στόματος λαλοῦσα, ἄλλα δὲ ἐν στέρνοις φέρουσα, δελεάζει. Οὐκ ἀγαθὸν ἡ ὑπερηφανία, ψευδοδοξίαν ἔχουσα πολλήν· δῆλον γὰρ, δῆλον, ὡς πᾶν ἀγαθὸν τέλειον θεόθεν ἔρχεται· καὶ οὐκ ἔστι ληπτὸν ἄλλως ἀνθρώπῳ, ὡς ὄντως ἀ-ληθέστατον εἶναι πάντων τὸ εἰρημένον, ὅτι δέοι τὸν αὐχοῦντα ἐπί τινι τούτῳ μόνον σε-μνύνεσθαι, καὶ ἐπὶ τῷ συνιέναι καὶ γινώσ-κειν ὅτι Κύριος αὐτός ἐστιν ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην, καὶ ἐν τούτῳ ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ. Ἀρέσκεται γὰρ τὸ θεῖον τῷ τοιούτῳ ἀνθρώπῳ, μόνιμά τε καὶ βέβαια φέρει διὰ παντὸς τὰ ἀγαθὰ, ὅταν τούτῳ τὴν αἰτίαν ἀποδιδῷ τῷν παρόντων ἀγαθῶν τῷ ὄντως αἰτιωτάτῳ, ᾧ τὴν αἰτίαν ἀναφέρειν δεῖ καὶ τοῦ μένειν τὰ ἀγαθά. Πῶς περιτετμημένους ὀνομάσας ὁ λό-γος, εἶτα οὐκ Ἰουδαίους μόνον ὀνομάζει, οὐ-δὲ Ἰσραηλίτας, οὐδὲ τὸν οἶκον Ἰακὼβ, οὐδὲ αὐτὸ τὸ κείμενον ὄνομα τὸ οἰκεῖον, Ἰούδα, 593 ἀλλ' ἐγκαταλέγει τούτοις καὶ Αἴγυπτον, καὶ Ἐδὼμ, καὶ υἱοὺς Ἀμμὼν, καὶ υἱοὺς
About this text
Gregory Thaumaturgus, Greek fragments on Jeremiah — hypocrisy and circumcision of the heart.
Catalogue & scope
Khazarzar scan
Witnesses
- Copy-text PG 10 (Khazarzar) (Greek)
This is an AI-assisted study translation. Source fidelity and completeness have not been independently certified. Open Greek on each section for the source text. This is not a complete critical edition.