Matthew 27:45
Darkness came upon the whole earth from the sixth hour until the ninth, the sun failing, so that they might know that the one hung on the wood is that very one who took creation as ally for them when he warred against the Egyptians for their sake. The sun’s light failed, and darkness was scattered over their whole country, the sun drawing in its ray and as if no longer enduring to send it to those who had become killers of the Lord. And in another way we say the Jews’ country — or those who inhabit it — was darkened, because it did not receive the sun of righteousness and “the true light.” (Matthew 27:45) (John 1:9)
Greek
Τὸ σκότος ἐφ' ὅλην τὴν γῆν ἐγένετο ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης τοῦ ἡλίου ἐκλείποντος, ἵν' εἰδεῖεν, ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ ἀπηρτημένος τοῦ ξύλου ὁ σύνοπλον ὑπὲρ αὐτῶν τὴν κτίσιν λαβών, ὅτε τοῖς Αἰγυπτίοις πεπολέμηκε δι' αὐτούς. τὸ ἡλιακὸν ἐκλέλοιπε φῶς καὶ ἁπάσης τῆς αὐτῶν χώρας κατεσκεδάσθη τὸ σκότος ἡλίου τὴν ἀ κτῖνα συστείλαντος καὶ οἷον οὐκ ἀνεχομένου πέμπειν αὐτὴν ἔτι τοῖς γε γονόσι κυριοκτόνοις. καὶ καθ' ἕτερον δὲ τρόπον ἐσκοτίσθαι φαμὲν τὴν Ἰουδαίων χώραν ἤτοι τοὺς κατοικοῦντας αὐτήν, ὅτι οὐκ εἰσεδέξατο τὸν ἥλιον τῆς δικαιοσύνης καὶ "τὸ φῶς τὸ ἀληθινόν".