Theophilus of Antioch — To Autolycus 2.26

Theophilus of Antioch · To Autolycus · c. 180

And this too was a great kindness God provided for the human being: that he should not remain forever in sin. In a kind of exile he cast him out of paradise, so that by the chastisement he might pay the debt of sin in due time, and after being disciplined might later be recalled.

That is why, when the human was formed in this world, Genesis mysteriously writes of him as placed twice in paradise: the first placement already fulfilled when he was set there, and the second still to be fulfilled after the resurrection and judgment.

And just as a vessel, once formed, if it takes on some fault, is remelted or refashioned so that it may become new and whole, so it is with the human through death: he has in effect been shattered so that in the resurrection he may be found sound — spotless, just, and immortal.

As for God’s calling out, “Where are you, Adam?” — he was not doing this as one who did not know, but, being long-suffering, he was giving Adam an opening for repentance and confession.

Greek

Καὶ τοῦτο δὲ ὁ θεὸς μεγάλην εὐεργεσίαν παρέσχεν τῷ ἀνθρώπῳ, τὸ μὴ διαμεῖναι αὐτὸν εἰς τὸν αἰῶνα ἐν ἁμαρτίᾳ ὄντα. Ἀλλὰ τρόπῳ τινὶ ἐν ὁμοιώματι ἐξορισμοῦ ἐξέβαλλεν αὐτὸν ἐκ τοῦ παραδείσου, ὅπως διὰ τῆς ἐπιτιμίας τακτῷ ἀποτίσας χρόνῳ τὴν ἁμαρτίαν καὶ παιδευθεὶς ἐξ ὑστέρου ἀνακληθῇ. Διὸ καὶ πλασθέντος τοῦ ἀνθρώπου ἐν τῷ κόσμῳ τούτῳ μυστηριωδῶς ἐν τῇ Γενέσει γέγραπται, ὡς δὶς αὐτοῦ ἐν τῷ παραδείσῳ τεθέντος· ἵνα τὸ μὲν ἅπαξ ᾖ πεπληρωμένον ὅτε ἐτέθη, τὸ δὲ δεύτερον μέλλῃ πληροῦσθαι μετὰ τὴν ἀνάστασιν καὶ κρίσιν. Οὐ μὴν ἀλλὰ καὶ καθάπερ σκεῦός τι, ἐπὰν πλασθὲν αἰτίαν τινὰ σχῇ, ἀναχωνεύεται ἢ ἀναπλάσσεται εἰς τὸ γενέσθαι καινὸν καὶ ὁλόκληρον, οὕτως γίνεται καὶ τῷ ἀνθρώπῳ διὰ θανάτου· δυνάμει γὰρ τέθραυσται ἵνα ἐν τῇ ἀναστάσει ὑγιὴς εὑρεθῇ, λέγω δὲ ἄσπιλος καὶ δίκαιος καὶ ἀθάνατος. Τὸ δὲ καλέσαι καὶ εἰπεῖν τὸν θεόν· «Ποῦ εἶ, Ἀδάμ;» οὐχ ὡς ἀγνοῶν τοῦτο ἐποίει ὁ θεός, ἀλλὰ μακρόθυμος ὢν ἀφορμὴν ἐδίδου αὐτῷ μετανοίας καὶ ἐξομολογήσεως.

← Sin and Death