Theophilus of Antioch, To Autolycus 1.3
You will ask me, "You who see, describe God's appearance for me." Listen, then: God's appearance is unspeakable and inexpressible, unable to be seen by fleshly eyes. He is incomprehensible in glory, ungraspable in size, unknowable in height, incomparable in power, unarguable in wisdom, unimitable in goodness, and unspeakable in benevolence. If I call Him light, I name His creation; if I call Him word, I name His beginning; if I call Him mind, I name His understanding; if I call Him spirit, I name His breath; if I call Him wisdom, I name His offspring; if I call Him power, I name His strength; if I call Him ability, I name His energy; if I call Him providence, I name His goodness; if I call Him kingdom, I name His glory; if I call Him Lord, I name His judge; if I call Him judge, I name Him just; if I call Him Father, I name Him the totality of all things; if I call Him fire, I name His wrath. You will then ask, "Does God get angry?" Yes, He does—He is angry toward those who practice evil, yet He is good, kind, and merciful toward those who love and fear Him. For He is the teacher of the godly and the Father of the righteous, but a judge and punisher of the ungodly.
Greek
Ἐρεῖς οὖν μοι· Σὺ ὁ βλέπων διήγησαί μοι τὸ εἶδος τοῦ θεοῦ. Ἄκουε, ὦ ἄνθρωπε· Τὸ μὲν εἶδος τοῦ θεοῦ ἄῤῥητον καὶ ἀνέκφραστόν ἐστιν, μὴ δυνάμενον ὀφθαλμοῖς σαρκίνοις ὁραθῆναι. Δόξῃ γάρ ἐστιν ἀχώρητος, μεγέθει ἀκατάληπτος, ὕψει ἀπερινόητος, ἰσχύϊ ἀσύγκριτος, σοφίᾳ ἀσυμβίβαστος, ἀγαθοσύνῃ ἀμίμητος, καλοποιΐᾳ ἀνεκδιήγητος. Εἰ γὰρ φῶς αὐτὸν εἴκω, ποίημα αὐτοῦ λέγω· εἰ λόγον εἴπω, ἀρχὴν αὐτοῦ λέγω· νοῦν ἐὰν εἴπω, φρόνησιν αὐτοῦ λέγω· πνεῦμα ἐὰν εἴπω, ἀναπνοὴν αὐτοῦ λέγω· σοφίαν ἐὰν εἴπω, γέννημα αὐτοῦ λέγω· ἰσχὺν ἐὰν εἴπω, κράτος αὐτοῦ λέγω· δύναμιν ἐὰν εἴπω, ἐνέργειαν αὐτοῦ λέγω· πρόνοιαν ἐὰν εἴπω, ἀγαθοσύνην αὐτοῦ λέγω· βασιλείαν ἐὰν εἴπω, δόξαν αὐτοῦ λέγω· κύριον ἐὰν εἴπω, κριτὴν αὐτὸν λέγω· κριτὴν ἐὰν εἴπω, δίκαιον αὐτὸν λέγω· πατέρα ἐὰν εἴπω, τὰ πάντα αὐτὸν λέγω· πῦρ ἐὰν εἴπω, τὴν ὀργὴν αὐτοῦ λέγω.Ἐρεῖς οὖν μοι· Ὀργίζεται θεός; Μάλιστα· ὀργίζεται τοῖς τὰ φαῦλα πράσσουσιν, ἀγαθὸς δὲ καὶ χρηστὸς καὶ οἰκτίρμων ἐστὶν ἐπὶ τοὺς ἀγαπῶντας καὶ φοβουμένους αὐτόν· παιδευτὴς γάρ ἐστιν τῶν θεοσεβῶν καὶ πατὴρ τῶν δικαίων, κριτὴς δὲ καὶ κολαστὴς τῶν ἀσεβῶν.